Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.16 Dem. 43.19 (English) >>Dem. 43.22

43.18τὸ μὲν οὖν πρῶτον διενοήθην, ἄνδρες δικασταί, γράψας ἐν πίνακι ἅπαντας τοὺς συγγενεῖς τοὺς Ἁγνίου, οὕτως ἐπιδεικνύειν ὑμῖν καθʼ ἕκαστον· ἐπειδὴ δὲ ἐδόκει οὐκ <ἂν> εἶναι ἐξ ἴσου θεωρία ἅπασι τοῖς δικασταῖς, ἀλλʼ οἱ πόρρω καθήμενοι ἀπολείπεσθαι, ἀναγκαῖον ἴσως ἐστὶν τῷ λόγῳ διδάσκειν ὑμᾶς· τοῦτο γὰρ ἅπασι κοινόν ἐστιν. πειρασόμεθα δὲ καὶ ἡμεῖς ὡς ἂν μάλιστα δυνώμεθα διὰ βραχυτάτων ἐπιδεῖξαι περὶ τοῦ γένους τοῦ Ἁγνίου.

43.19Βούσελος γὰρ ἦν ἐξ Οἴου, ἄνδρες δικασταί, καὶ τούτῳ ἐγένοντο πέντε υἱεῖς, Ἁγνίας καὶ Εὐβουλίδης καὶ Στρατίος καὶ Ἅβρων καὶ Κλεόκριτος. καὶ οὗτοι ἅπαντες οἱ τοῦ Βουσέλου υἱεῖς ἄνδρες ἐγένοντο, καὶ διένειμεν αὐτοῖς τὴν οὐσίαν πατὴρ Βούσελος ἅπασιν καλῶς καὶ δικαίως, ὥσπερ προσῆκεν. νειμάμενοι δὲ τὴν οὐσίαν, γυναῖκα αὐτῶν ἕκαστος ἔγημεν κατὰ τοὺς νόμους τοὺς ὑμετέρους, καὶ παῖδες ἐγένοντο αὐτοῖς ἅπασιν καὶ παίδων παῖδες, καὶ ἐγένοντο πέντε οἶκοι ἐκ τοῦ Βουσέλου οἴκου ἑνὸς ὄντος, καὶ χωρὶς ἕκαστος ᾤκει τὸν ἑαυτοῦ ἔχων καὶ ἐγγόνους ἑαυτοῦ ποιούμενος. 43.20περὶ μὲν οὖν τῶν τριῶν ἀδελφῶν τῶν τοῦ Βουσέλου υἱέων, καὶ τῶν ἐγγόνων τῶν τούτοις γενομένων, τί ἂν ἐγὼ <> ὑμῖν, ἄνδρες δικασταί, πράγματα παρέχοιμι ἐμαυτῷ, ἐξηγούμενος περὶ ἑκάστου; ὄντες γὰρ ἐν τῷ αὐτῷ γένει Θεοπόμπῳ καὶ προσήκοντες ὁμοίως τῷ Ἁγνίᾳ, οὗ ἐστιν κλῆρος, οὐδεὶς αὐτῶν οὔτε πρότερον πώποτε οὔτε νῦν ἠνώχλησεν ἡμῖν, οὐδʼ ἠμφεσβήτησεν οὔτε τοῦ κλήρου τοῦ Ἁγνίου οὔτε τῆς γυναικὸς τῆς ἐπικλήρου, ἣν ἐγὼ ἔχω ἐπιδικασάμενος, ἡγούμενοι οὐδʼ ὁτιοῦν προσήκειν ἑαυτοῖς οὐδενὸς τῶν Ἁγνίου.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.16 Dem. 43.19 (English) >>Dem. 43.22

Powered by PhiloLogic